Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 1.22 | Dem. 1.25 (English) | >>Dem. 1.28 |
1.24δεῖ τοίνυν ὑμᾶς , ὦ ἄνδρες Ἀθηναῖοι , τὴν ἀκαιρίαν τὴν ἐκείνου καιρὸν ὑμέτερον νομίσαντας ἑτοίμως συνάρασθαι τὰ πράγματα , καὶ πρεσβευομένους ἐφʼ ἃ δεῖ καὶ στρατευομένους αὐτοὺς καὶ παροξύνοντας τοὺς ἄλλους ἅπαντας , λογιζομένους , εἰ Φίλιππος λάβοι καθʼ ἡμῶν τοιοῦτον καιρὸν καὶ πόλεμος γένοιτο πρὸς τῇ χώρᾳ , πῶς ἂν αὐτὸν οἴεσθʼ ἑτοίμως ἐφʼ ὑμᾶς ἐλθεῖν ; εἶτʼ οὐκ αἰσχύνεσθε , εἰ μηδʼ ἃ πάθοιτʼ ἄν , εἰ δύναιτʼ ἐκεῖνος , ταῦτα ποιῆσαι καιρὸν ἔχοντες οὐ τολμήσετε ;
ἔτι τοίνυν , ὦ ἄνδρες Ἀθηναῖοι , μηδὲ τοῦθʼ ὑμᾶς λανθανέτω , ὅτι νῦν αἵρεσίς ἐστιν ὑμῖν πότερʼ ὑμᾶς ἐκεῖ χρὴ πολεμεῖν ἢ παρʼ ὑμῖν ἐκεῖνον . ἐὰν μὲν γὰρ ἀντέχῃ τὰ τῶν Ὀλυνθίων , ὑμεῖς ἐκεῖ πολεμήσετε καὶ τὴν ἐκείνου κακῶς ποιήσετε , τὴν ὑπάρχουσαν καὶ τὴν οἰκείαν ταύτην ἀδεῶς καρπούμενοι · ἂν δʼ ἐκεῖνα Φίλιππος λάβῃ , τίς αὐτὸν κωλύσει δεῦρο βαδίζειν ; Θηβαῖοι ;
1.26 μὴ λίαν πικρὸν εἰπεῖν ᾖ — καὶ συνεισβαλοῦσιν ἑτοίμως . ἀλλὰ Φωκεῖς ; οἱ τὴν οἰκείαν οὐχ οἷοί τε ὄντες φυλάττειν , ἐὰν μὴ βοηθήσηθʼ ὑμεῖς . ἢ ἄλλος τις ; ἀλλʼ , ὦ τᾶν , οὐχὶ βουλήσεται . τῶν ἀτοπωτάτων μέντἂν εἴη , εἰ ἃ νῦν ἄνοιαν ὀφλισκάνων ὅμως ἐκλαλεῖ , ταῦτα δυνηθεὶς μὴ πράξει .
1.27ἀλλὰ μὴν ἡλίκα γʼ ἐστὶν τὰ διάφορʼ ἐνθάδʼ ἢ ἐκεῖ πολεμεῖν , οὐδὲ λόγου προσδεῖν ἡγοῦμαι . εἰ γὰρ ὑμᾶς δεήσειεν αὐτοὺς τριάκονθʼ ἡμέρας μόνας ἔξω γενέσθαι , καὶ ὅσʼ ἀνάγκη στρατοπέδῳ χρωμένους τῶν ἐκ τῆς χώρας λαμβάνειν , μηδενὸς ὄντος ἐν αὐτῇ πολεμίου λέγω , πλείονʼ ἂν οἶμαι ζημιωθῆναι τοὺς γεωργοῦντας ὑμῶν ἢ ὅσʼ εἰς ἅπαντα τὸν πρὸ τοῦ πόλεμον δεδαπάνησθε . εἰ δὲ δὴ πόλεμός τις ἥξει , πόσα χρὴ νομίσαι ζημιώσεσθαι ; καὶ πρόσεσθʼ ἡ ὕβρις καὶ ἔθʼ ἡ τῶν πραγμάτων αἰσχύνη , οὐδεμιᾶς ἐλάττων ζημίας τοῖς γε σώφροσιν .
1.25
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 1.22 | Dem. 1.25 (English) | >>Dem. 1.28 |